Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Απολυτίκιον
Ήχος γ’. θείας πίστεως.
Στύλος γέγονας Ορθοδοξίας, θείοις δόγμασιν υποστηρίζων την Εκκλησίαν, ίεράρχα Αθανάσιε, τω γαρ Πατρί τον Υιών ομοούσιον, ανακηρύξας κατήσχυνας Άρειον. Πάτερ Όσιε, Χριστόν τον θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος δ’.
Τόν ζηλωτήν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καί τήν οἰκουμένην ἐστήριξας εὐχαῖς σου, διό πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν, οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, Πέτρος καὶ Παῦλος σὺν Λουκᾶ, Ἀνδρέας καὶ Ἰωάννης, Βαρθολομαῖος Φίλιππος, σὺν Ματθαίω καὶ Σίμωνι, Μᾶρκος καὶ Ἰάκωβος, καὶ Θωμὰς ὁ μακάριος, καὶ ηὔγασαν τοὺς πίστει βοώντας χαίρετε Λόγου οἱ αὐτόπται.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος δ’.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός.

Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρὶ σου παρέθετο· ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνη, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Ύμνος

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Ἦχος α’.)

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός
ισοκρατούν π. Ιωάννης Μπούτσης, π. Λάμπρος Κεφαλληνός, Γεώργιος Σάββας, Γρηγόρης Χατζηλυμπέρης, Νικόλαος Καββαδίας, Κωνσταντίνος Σκαρμούτσος, Θωμάς Καραγεώργος, Καβαρνός Εμμανουήλ.