Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος δ’.
Τόν ζηλωτήν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καί τήν οἰκουμένην ἐστήριξας εὐχαῖς σου, διό πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Ύμνος

Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

Ο διεθνούς φήμης μαέστρος, πιανίστας και συνθέτης Βασίλης Τσαμπρόπουλος ερμηνεύει το Ιδιόμελο του Μεγάλου Βασιλείου «Εξεχύθη η χάρις» για το CD της Νεκταρίας Καραντζή «Ύμνοι και Κάλαντα» (2012).

Ύμνος

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Ἦχος α’.)

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός
ισοκρατούν π. Ιωάννης Μπούτσης, π. Λάμπρος Κεφαλληνός, Γεώργιος Σάββας, Γρηγόρης Χατζηλυμπέρης, Νικόλαος Καββαδίας, Κωνσταντίνος Σκαρμούτσος, Θωμάς Καραγεώργος, Καβαρνός Εμμανουήλ.