Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν, οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, Πέτρος καὶ Παῦλος σὺν Λουκᾶ, Ἀνδρέας καὶ Ἰωάννης, Βαρθολομαῖος Φίλιππος, σὺν Ματθαίω καὶ Σίμωνι, Μᾶρκος καὶ Ἰάκωβος, καὶ Θωμὰς ὁ μακάριος, καὶ ηὔγασαν τοὺς πίστει βοώντας χαίρετε Λόγου οἱ αὐτόπται.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός

Ἀπολυτίκιον
Ἦχος δ’.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ύμνος

Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός.

Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρὶ σου παρέθετο· ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνη, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Ύμνος

Μια πολύ καλή εκτέλεση του Δοξαστικού της Κυριακής του Παραλύτου «Κύριε τον παράλυτον» – εξαιρετικό δείγμα απλότητας και μεγαλοπρέπειας από τον Δανιήλ Καραμπάση ο οποίος τελευταία εντρυφεί στον Πέτρο τον Λαμπαδάριο.

Ἦχος πλ. δ

Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ’ ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέρριψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.

Ύμνος

Ψάλλει ο δρ Γιώργος Κωνσταντίνου.

Γεωργίου Ἀκροπολίτου. Ἦχος πλ. α´.

Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτίνας,
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ,
ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει λέγων·
δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ·
δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες θανατοῦσιν ὡς ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν τοῦ θανάτου τὸ ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδεν ξενίζειν τοὺς πτωχούς τε καὶ ξένους·
δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ·
δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλῖναι·
δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ καθορῶσα νεκρωθέντα ἐβόα·
Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι,
καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα,
ἀλλὰ τῇ σῇ ἀναστάσει θαρροῦσα μεγαλύνω.
Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον
ὁ εὐσχήμων λαμβάνει τοῦ Σωτῆρος τὸ σῶμα,
ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ
τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

Ύμνος

Δοξαστικόν της αποκαθηλώσεως Ήχος πλ. α΄ – Ψάλλει ο Θρασύβουλος Στανίτσας.

Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον,
καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ,
καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον,
εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν·
Οἴμοι γλυκύτατε Ἰησοῦ·
ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφῳ περιεβάλλετο,
καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο,
καὶ διερήγνυτο τοῦ ναοῦ τὸ καταπέτασμα·
ἀλλ” ἰδοὺ νῦν βλέπω σε δι” ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον.
Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω;
ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα;
ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ, Οἰκτίρμον;
Μεγαλύνω τὰ πάθη σου ὑμνολογῶ καὶ τὴν ταφήν σου,
σὺν τῇ ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.

Ύμνος

Το τροπάριο της Κασσιανής, εκτελεσμένο άψογα από τον Άρχοντα Πρωτοψάλτη της Μεγάλης του Χριστού Εκκλησίας κ. Θρασύβουλο Στανίτσα.

Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη, μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας,
ζοφώδης τε καὶ ἀσέληνος ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγὰς τῶν δακρύων,
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ·
κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας,
ὁ κλίνας τοὺς οὐρανοὺς τῇ ἀφάτῳ σου κενώσει.
Καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
ἀποσμήξω τούτους δὲ πάλιν τοῖς τῆς κεφαλῆς μου βοστρύχοις·
ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινόν,
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους
τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου;
Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.

Μεταγραφή του Φώτη Κόντογλου:

Κύριε, η γυναίκα που έπεσε σε πολλές αμαρτίες,
σαν ένοιωσε τη θεότητά σου, γίνηκε μυροφόρα
και σε άλειψε με μυρουδικά πριν από τον ενταφιασμό σου
κι έλεγε οδυρόμενη: Αλλοίμονο σε μένα, γιατί μέσα μου είναι νύχτα κατασκότεινη
και δίχως φεγγάρι, η μανία της ασωτείας κι ο έρωτας της αμαρτίας.
Δέξου από μένα τις πηγές των δακρύων,
εσύ που μεταλλάζεις με τα σύννεφα το νερό της θάλασσας.
Λύγισε στ’ αναστενάγματα της καρδιάς μου,
εσύ που έγειρες τον ουρανό και κατέβηκες στη γης.
Θα καταφιλήσω τα άχραντα ποδάρια σου,
και θα τα σφουγγίσω πάλι με τα πλοκάμια της κεφαλής μου·
αυτά τα ποδάρια, που σαν η Εύα κατά το δειλινό,
τ’ άκουσε να περπατάνε, από το φόβο της κρύφτηκε.
Των αμαρτιών μου τα πλήθη και των κριμάτων σου την άβυσσο,
ποιος μπορεί να τα εξιχνιάση, ψυχοσώστη Σωτήρα μου;
Μην καταφρονέσης τη δούλη σου, εσύ που έχεις τ’ αμέτρητο έλεος

Ύμνος

Δοξαστικὸν τῶν αἴνων τῆς Κυριακῆς τῆς Ἀπόκρεῳ.

Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας· διὸ μετ’ εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον.

Ζωντανὴ ἠχογράφηση στὸν Πανίερο Ναὸ τῆς Εὐαγγελιστρίας Τήνου.
27 Φεβρουαρίου 2011
Ψάλλει ὁ Πρωτοψάλτης κ. Στυλιανὸς Κοντακιώτης.

Ύμνος

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα·
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.