Ύμνος

Ψάλλει ο π. Γεώργιος Στάμος, Πρωτοπρεσβύτερος της Ιεράς Μητροπόλεως Θεσσαλιώτιδος και Φαναριοφερσάλων, με τον αδελφό του Άρη Στάμο, Πρωτοψάλτη του Ιερού Ναού Αγίου Αθανασίου Θεσσαλονίκης.
Συμμετέχει ο Θωμάς Βλάχος.

ᾨδὴ α’ Ἦχος δ’

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι· Ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ πάντων Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

Δόξα Πατρί…

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

Καὶ νῦν…

Ἁγνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

No votes yet.
Please wait...